TLG 0328 001 :: CHAEREMON :: Fragmenta Fragmenta
Citation: Fragment — (line) | ||
1(tit) | ΑΛΦΕΣΙΒΟΙΑ | |
1 | καὶ σώματος μὲν †ὄψεις κατειργάζετο στίλβοντα λευκῷ †χρώματι διαπρεπῆ. αἰδὼς δ’ ἐπερρύθμιζεν ἠπιώτατον ἐρύθημα λαμπρῷ προστιθεῖσα χρώματι· | |
---|---|---|
5 | κόμαι δὲ κηρόχρωτος ὡς ἀγάλματος αὐτοῖσι βοστρύχοισιν ἐκπεπλασμένου | |
ξουθοῖσιν ἀνέμοις ἐνετρύφων φορούμεναι | ||
tit,1c**-3 | ΑΧΙΛΛΕΥΣ ΘΕΡΣΙΤΟΚΤΟΝΟΣ | |
1c** | dramatis personae: (ΠΑΝ, ΠΟΙΝΑ, ΑΘΑΝΑ, ΕΡΜΑΣ) ΑΧΙΛΛΕΥΣ, ΦΟΙΝΙΞ, ΘΕΡΣΙΤΑΣ (decapitatus), ΔΙΟΜΗΔΗΣ, ΜΕΝΕΛΑΟΣ, ΑΓΑ‐ ΜΕΜΝΩΝ, ΦΟΡΒΑΣ, ΑΙΤΩΛΟΣ, ΑΥΤΟΜΕΔΩΝ, ΔΜΩΣ | |
2 | τύχη τὰ θνητῶν πράγματ’, οὐκ εὐβουλία | |
3 | ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος | |
tit,4*-7 | ΔΙΟΝΥΣΟΣ | |
4* | Πενθεὺς ἐσομένης συμφορᾶς ἐπώνυμος | |
5 | χορῶν ἐραστὴς κισσός, ἐνιαυτοῦ δὲ παῖς | |
6 | στεφάνους τεμόντες ἀγγέλους εὐφημίας | |
7 | κισσῷ τε ναρκίσσῳ τε τριέλικας κύκλῳ | |
στεφάνων ἑλικτῶν ... | ||
tit ante 8 | ΘΕΡΣΙΤΗΣ v. ΑΧΙΛΛΕΥΣ ΘΕΡΣΙΤΟΚΤΟΝΟΣ | |
8(tit) | ΘΥΕΣΤΗΣ | |
1 | ῥόδ’ ὀξυφεγγῆ κρίνεσιν ἀργεννοῖς ὁμοῦ | |
9(tit) | ΙΩ | |
1 | ἀνθηροῦ τέκνα ἔαρος πέριξ στρώσαντες | |
tit,10-11 | ΚΕΝΤΑΥΡΟΣ | |
10 | ἔνθ’ αἱ μὲν αὐτῶν εἰς ἀπείρονα στρατόν ἀνθέων ἄλογχον ἐστράτευσαν, ἡδοναῖς | |
θηρώμεν〈αι ×〉οντα λειμώνων τέκνα | ||
11 | οἱ παῖδες στεφάνους ἑτοιμάζουσιν, οὓς εὐφημίας κήρυκας εὐχαῖς προὐβάλοντο δαιμόνων | |
12(tit) | ΜΙΝΥΑΙ | |
1 | πολλὴν ὀπώραν Κύπριδος εἰσορᾶν παρῆν ἄκραισι περκάζουσαν οἰνάνθαις χρόνου | |
13(tit) | ΟΔΥΣΣΕΥΣ | |
1 | κόμαισιν ὡρῶν σώματ’ εὐανθῆ ῥόδα | |
εἶχον, τιθήνημ’ ἔαρος ἐκπρεπέστατον | ||
14(tit) | ΟΙΝΕΥΣ | |
staging | ΟΙΝΕΥΣ περὶ παρθένων τινῶν διηγούμενος ὧν ἐθεᾶτο (sc. μαινάδων ?) | |
1 | ἔκειτο δ’ ἡ μὲν λευκὸν εἰς σεληνόφως φαίνουσα μαστὸν λελυμένης ἐπωμίδος, τῆς δ’ αὖ χορεία λαγόνα τὴν ἀριστεράν ἔλυσε· γυμνὴ δ’ αἰθέρος θεάμασιν | |
5 | ζῶσαν γραφὴν ἔφαινε, χρῶμα δ’ ὄμμασιν λευκὸν μελαίνης ἔργον ἀντηύγει σκιᾶς. ἄλλη δ’ ἐγύμνου καλλίχειρας ὠλένας, ἄλλης προσαμπέχουσα θῆλυν αὐχένα. ἡ δὲ ῥαγέντων χλανιδίων ὑπὸ πτυχαῖς | |
10 | ἔφαινε μηρόν, κἀξεπεσφραγίζετο ὥρας γελώσης χωρὶς ἐλπίδων ἔρως. ὑπνωμέναι δ’ ἔπιπτον ἑλενίων ἔπι, ἴων τε μελανόφυλλα συγκλῶσαι πτερά κρόκον θ’, ὃς ἡλιῶδες εἰς ὑφάσματα | |
15 | πέπλων σκιᾶς εἴδωλον ἐξωμόργνυτο, ἕρσῃ δὲ θαλερὸς ἐκτραφεὶς ἀμάρακος λειμῶσι μαλακοὺς ἐξέτεινεν αὐχένας. | |
14a*(tit) | ΤΡΑΥΜΑΤΙΑΣ | |
t,14b-41? | INCERTARUM FABULARUM FRAGMENTA | |
14b(2) | Χρὴ τιμᾶν θ[⏑⏑– ... Ἀρχὴ γὰρ θνητ[οῖς Ἱμείρου πάση[ς | |
5 | Ῥώμην τιμῶ̣μεν μ[ Ἦθος ἔχειν ὅσιον ζη̣[ Μὴ πᾶν κέρδος ὅρα [ .[..]ν̣[.].κ̣ιαν σαυτ̣[ ... | |
16,15 | τῶν χρωμένων γὰρ τοῖς τρόποις κεράννυται sc. ὁ οἶνος παρασκευάζων | |
γέλωτα, σοφίαν, ἀμαθίαν, εὐβουλίαν. | ||
17 | ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν | |
18 | χρεία δ’ ἀνάγκης οὐκ ἀπῴκισται πολύ | |
19 | ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη | |
20 | σχολῇ βαδίζων ὁ χρόνος ἀφικνεῖται τ〈ὸ π〉ᾶν | |
21 | οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ὅ τι οὐκ ἐν χρόνῳ ζητοῦσιν ἐξευρίσκεται | |
22 | χρόνος μαλάσσει πάντα κἀξεργάζεται | |
23 | τό τοι κράτιστον πανταχοῦ τιμητέον· ὁ γὰρ φρονῶν εὖ πάντα συλλαβὼν ἔχει | |
24 | οὐ ζῶσιν οἵ τι μὴ συνιέντες σοφόν | |
25 | πρὶν γὰρ φρονεῖν εὖ, καταφρονεῖν ἐπίστασαι | |
26 | σφαλεὶς γὰρ οὐδεὶς εὖ βεβουλεῦσθαι δοκεῖ | |
27 | ψευδῆ δὲ τοῖς ἐσθλοῖσιν οὐ πρέπει λέγειν | |
28 | ἡγοῦ δ’ ἐν ὀργῇ πάντα γίγνεσθαι κακά | |
29 | ὀργὴ δὲ πολλὰ δρᾶν ἀναγκάζει κακά | |
30 | ὅλως τὸ κρεῖσσον οὐκ ἐᾷ φρονεῖν μέγα | |
31 | σοφῶν γὰρ ἀνδρῶν τὰς ἁμαρτίας καλῶς κρίνειν, τὸ δ’ εἰκῆ καὶ μετὰ σπουδῆς κακόν | |
32 | γυναῖκα θάπτειν κρεῖσσόν ἐστιν ἢ γαμεῖν | |
33 | γένοιτό μοι τὰς χάριτας ἀποδοῦναι πατρί | |
35 | πρὸς υἱὸν ὀργὴν οὐκ ἔχει χρηστὸς πατήρ | |
36 | πλοῦτος δὲ πρὸς μὲν †τὰς ὅλας τιμὰς ἰών οὐκ ἔσχεν ὄγκον ὥστε καὶ δόξης τυχεῖν, ἀλλ’ ἔστ’ ἄσεμνος· ἐν δὲ †δόσει βροτῶν | |
ἡδὺς συνοικεῖν καί τιν’ εἰληχὼς χάριν | ||
37 | οὐδεὶς ἐπὶ σμικροῖσι λυπεῖται σοφός | |
38 | γέρων γὰρ ὀργῇ πᾶς ὑπηρετεῖν κακός | |
39 | τοῦ τε δυσκαπνωτάτου φοίνικος ἐκ γῆς ῥιζοφοιτητοὺς φλέβας | |
41? | †ἔαρος ἡ νύμφη τέκνον τι μετὰ θέρους εἰς ὕστερον, | |
ἐν χειμῶνι δ’ οἴχεται σὺν τῷ ἀνέμῳ κεκαρμένη† | ||
42 | τὰς γὰρ συμφοράς | |
ἀπροσδοκήτους δαίμον[ες δι]ώρισαν |